Add parallel Print Page Options

32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [a]περιποιήσασθαι ἀπολέσει αὐτήν, [b]ὃς δ’ ἂν [c]ἀπολέσῃ ζῳογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, [d]ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 35 [e]ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, [f]ἡ μία παραλημφθήσεται [g]ἡ δὲ ἑτέρα [h]ἀφεθήσεται. 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ [i]καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 περιποιήσασθαι WH Treg NIV ] σῶσαι RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ὃς δ᾽ ἂν WH Treg NIV ] καὶ ὃς ἐὰν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ἀπολέσῃ Treg NIV ] ἀπολέσῃ αὐτὴν RP; ἀπολέσει WH
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:34 WH NIV ] – Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἔσονται δύο WH Treg NIV ] Δύο ἔσονται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἡ δὲ WH Treg NIV ] καὶ ἡ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἀφεθήσεται WH Treg NIV RP ] + 36 δύο ἐν ἀγρῷ· εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται TR
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:37 καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται WH Treg NIV ] συναχθήσονται οἱ ἀετοὶ RP